Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.325 Joseph. AJ 8.329 (English) >>Joseph. AJ 8.333

8.327τοῦ δὲ θεοῦ κατοικτείραντος μὲν τὴν μητέρα, βουληθέντος δὲ καὶ τῷ προφήτῃ χαρίσασθαι τὸ μὴ δόξαι πρὸς αὐτὴν ἐπὶ κακῷ παρεῖναι, παρὰ πᾶσαν τὴν προσδοκίαν ἀνεβίωσεν. δʼ εὐχαρίστει τῷ προφήτῃ καὶ τότε σαφῶς ἔλεγε μεμαθηκέναι, ὅτι τὸ θεῖον αὐτῷ διαλέγεται. 8.328

Χρόνου δʼ ὀλίγου διελθόντος παραγίνεται πρὸς Ἄχαβον τὸν βασιλέα κατὰ βούλησιν τοῦ θεοῦ δηλώσων αὐτῷ τὸν γενησόμενον ὑετόν. λιμὸς δὲ τότε κατεῖχε τὴν χώραν ἅπασαν καὶ πολλὴ τῶν ἀναγκαίων ἀπορία, ὡς μὴ μόνον ἀνθρώπους αὐτῶν σπανίζειν, ἀλλὰ καὶ τὴν γῆν μηδʼ ὅσα τοῖς ἵπποις καὶ τοῖς ἄλλοις κτήνεσι πρὸς νομήν ἐστι χρήσιμα διὰ τὴν ἀνομβρίαν ἀναδιδόναι. 8.329τὸν οὖν ἐπιμελόμενον αὐτοῦ τῶν κτημάτων βασιλεὺς καλέσας Ὠβεδίαν ἀπιέναι βούλεσθαι πρὸς αὐτὸν εἶπεν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων καὶ τοὺς χειμάρρους, ἵνʼ εἴ που παρʼ αὐτοῖς εὑρεθείη πόα ταύτην εἰς τροφὴν ἀμησάμενοι τοῖς κτήνεσιν ἔχωσι. καὶ περιπέμψαντα κατὰ πᾶσαν τὴν οἰκουμένην τοὺς ζητήσοντας τὸν προφήτην Ἠλίαν οὐχ εὑρηκέναι· συνέπεσθαι δʼ ἐκέλευσε κἀκεῖνον αὐτῷ. 8.330δόξαν οὖν ἐξορμᾶν αὐτοῖς μερισάμενοι τὰς ὁδοὺς τε Ὠβεδίας καὶ βασιλεὺς ἀπῄεσαν ἕτερος ἑτέραν τῶν ὁδῶν. συνεβεβήκει δὲ καθʼ ὃν Ἰεζαβέλη βασίλισσα καιρὸν τοὺς προφήτας ἀπέκτεινε τοῦτον ἑκατὸν ἐν τοῖς ὑπὸ Γάρις σπηλαίοις κρύψαι προφήτας καὶ τρέφειν αὐτοὺς ἄρτον χορηγοῦντα μόνον καὶ ὕδωρ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.325 Joseph. AJ 8.329 (English) >>Joseph. AJ 8.333

Powered by PhiloLogic